Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.65 | Joseph. BJ 4.74 (English) | >>Joseph. BJ 4.82 |
4.71καὶ παρελθόντος οἱ μὲν φύλακες αἰσθόμενοι μετὰ βοῆς ἐχώρουν ἐπὶ τὰ ὅπλα , δήλης δὲ τῆς εἰσβολῆς ταχέως καὶ τοῖς εἴσω γενομένης , οἱ μὲν ἁρπάζοντες τὰ τέκνα καὶ γυναῖκας ἐπισυρόμενοι πρὸς τὴν ἄκραν ἀνέφευγον μετὰ κωκυτοῦ καὶ βοῆς , οἱ δὲ τὸν Τίτον ὑπαντιάζοντες ἀδιαλείπτως ἔπιπτον ·
4.72ὅσοι δὲ ἀπεκωλύθησαν ἐπὶ τὴν κορυφὴν ἀναδραμεῖν ὑπʼ ἀμηχανίας εἰς τὰς τῶν Ῥωμαίων φρουρὰς ἐξέπιπτον . ἄπειρος δʼ ἦν πανταχοῦ φονευομένων ὁ στόνος , καὶ τὸ αἷμα πᾶσαν ἐπέκλυζε τὴν πόλιν κατὰ πρανοῦς χεόμενον .
4.73πρὸς δὲ τοὺς ἀναφεύγοντας εἰς τὴν ἄκραν ἐπεβοήθει Οὐεσπασιανὸς πᾶσαν εἰσαγαγὼν τὴν δύναμιν .
4.74ἦν δʼ ἥ τε κορυφὴ πάντοθεν πετρώδης καὶ δύσβατος , εἰς ἄπειρον ὕψος ἐπηρμένη , καὶ πανταχόθεν † τοῦ βάθους κατέγεμεν περιειλημμένη κρημνοῖς κατέτεμνόν τε .
4.75ἐνταῦθα τοὺς προσβαίνοντας οἱ Ἰουδαῖοι τοῖς τε ἄλλοις βέλεσι καὶ πέτρας κατακυλινδοῦντες ἐκάκουν · αὐτοὶ δὲ διʼ ὕψος ἦσαν δυσέφικτοι βέλει .
4.76γίνεται δὲ πρὸς ἀπώλειαν αὐτῶν ἄντικρυς θύελλα δαιμόνιος , ἣ τὰ μὲν Ῥωμαίων ἔφερεν εἰς αὐτοὺς βέλη , τὰ δὲ αὐτῶν ἀνέστρεφεν καὶ πλάγια παρέσυρεν .
4.77οὔτε δὲ τοῖς ὑποκρήμνοις ἐφίστασθαι διὰ τὴν βίαν ἐδύναντο τοῦ πνεύματος μηδὲν ἑδραῖον ἔχοντες , οὔτε τοὺς προσβαίνοντας
-- -- ἐπαναβαίνουσι δὲ Ῥωμαῖοι , καὶ περισχόντες οὓς μὲν ἀμυνομένους ἔφθανον , οὓς δὲ χεῖρας προΐσχοντας · ἐτόνου δὲ τὸν θυμὸν αὐτοῖς ἐπὶ πάντας ἡ μνήμη τῶν ἐπὶ τῆς πρώτης εἰσβολῆς ἀπολωλότων .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.65 | Joseph. BJ 4.74 (English) | >>Joseph. BJ 4.82 |